Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.18 Joseph. AJ 7.22 (English) >>Joseph. AJ 7.27

7.21

Ἐγένοντο δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ παῖδες Δαυίδῃ τὸν ἀριθμὸν ἓξ ἐκ γυναικῶν τοσούτων, ὧν μὲν πρεσβύτατος ἐκ μητρὸς Ἀχίνας γενόμενος Ἀμνὼν ἐκλήθη, δὲ δεύτερος ἐκ γυναικὸς Ἀβιγαίας Δανίηλος, τῷ τρίτῳ δʼ ἐκ τῆς Θολομαίου θυγατρὸς Μαχάμης φύντι τοῦ Γεσσιρῶν βασιλέως Ἀψάλωμος ὄνομα, τὸν δὲ τέταρτον Ἀδωνίαν ἐκ γυναικὸς Ἀήθης προσηγόρευσε, τὸν πέμπτον δὲ Σαφατίαν τῆς Ἀβιτάλης καὶ τὸν ἕκτον Γεθερσὰν τῆς Γαλαὰδ ἐπωνόμασε. 7.22τοῦ δʼ ἐμφυλίου πολέμου συνεστῶτος καὶ συμπιπτόντων εἰς ἔργα καὶ μάχην πυκνῶς μεθʼ ἑκατέρου τῶν βασιλέων, Ἀβεννῆρος τοῦ Σαούλου παιδὸς ἀρχιστράτηγος συνετὸς ὢν καὶ σφόδρα εὔνουν ἔχων τὸ πλῆθος πάντας συμμεῖναι τῷ Ἰεβόσθῳ παρεσκεύασε· καὶ διέμειναν ἱκανὸν χρόνον τὰ ἐκείνου φρονοῦντες. 7.23ὕστερον δʼ ἐν ἐγκλήματι γενόμενος Ἀβεννῆρος καὶ λαβὼν αἰτίαν ὡς συνέλθοι τῇ Σαούλου παλλακῇ Ῥαισφᾶ μὲν τοὔνομα Σιβάτου δὲ θυγατρί, καὶ καταμεμφθεὶς ὑπὸ Ἰεβώσθου περιαλγήσας καὶ θυμωθείς, ὡς οὐ δικαίων τῶν παρʼ αὐτοῦ τυγχάνοι πάσῃ προνοίᾳ περὶ αὐτὸν χρώμενος, ἠπείλησε μὲν τὴν βασιλείαν εἰς Δαυίδην περιστήσειν, ἐπιδείξειν δὲ ὡς οὐχὶ διὰ τὴν ἰδίαν ῥώμην καὶ σύνεσιν ἄρχοι τῶν πέραν Ἰορδάνου, διὰ δὲ τὴν αὐτοῦ στρατηγίαν τε καὶ πίστιν. 7.24καὶ πέμψας εἰς Γιβρῶνα παρὰ Δαυίδην λαβεῖν ὅρκους τε καὶ πίστεις ἠξίου, μὴν ἕξειν αὐτὸν ἑταῖρον καὶ φίλον ἀναπείσαντα τὸν λαὸν τοῦ Σαούλου μὲν ἀποστῆναι παιδός, αὐτὸν δὲ ἀποδείξαντα πάσης τῆς χώρας βασιλέα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.18 Joseph. AJ 7.22 (English) >>Joseph. AJ 7.27

Powered by PhiloLogic